Ancient Greek
BGU 8 1813
Documentary Papyri, Bgu 8 1813
Not analysed yet
Πανίσκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Τετειμούθιος τῆς Πτολεμαίου ἐπιτρόπου τῶν Ἡρακλείδου τέκνων ὀρφανῶν. Κίλλης Ἡρακλείτου Πέρσης τῆς ἐπιγονῆς καταγινόμενος ἐν κώμηι Βουσίρει μισθωσάμενος παρʼ ἐμοῦ τὰς ὑπαρχούσας τοῖς ὀρφανοῖς περὶ τὴν Βουσῖριν ἐκ τοῦ πρότερον Τ… γῆς ἀρούρας ϛ καὶ τὴν ἐπιβάλλουσαν βασιλικὴν γῆν εἰς ἔτη ε ἀπὸ τοῦ κ ἔτους ἀντὶ τῶν κατʼ ἔτος εἰς τὸ βασιλικὸν καθηκόντων καὶ στεφάνων καὶ ἐπιγραφῶν καὶ ναυβίων καὶ ἐλαιοχριστίων καὶ …μεντων …νομεν…