Ancient Greek
BGU 8 1815
Documentary Papyri, Bgu 8 1815
Not analysed yet
ἔτους κα Ἐπεὶφ κη καὶ ἀπὸ μου… Νέαρχον ἐπιστάμενον Πανίσκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ τῶν ἐκ κώμης Μαχὸρ τῶν ἀσθενῶς διακειμένων γεωργῶν τῶν τὰ τελέσματα τῶν βασιλικῶν τελουμένων. ἐν τῷ Φαρμοῦθι μηνὶ τοῦ ἐνεστῶτος ἔτους τῆς περὶ τὴν κώμην ἁλμυρίδος ἀρουρῶν οη πρόνοιαν ποιησαμένων ἡμῶν τῶν ταύτης βασιλικῶν λογεύσαντες παρʼ ἑνὸς καὶ ἑκάστου μέχρι τοῦ συναγαγεῖν ἡμᾶς πυροῦ ἀρτάβας χκ, χωρὶς δὲ τούτων ἑτέρων γεωργῶν ἀνακεχωρηκότων γεωργούντων ἄλλας ἀρούρας ρκ πρὶν ἢ τὰ τούτων βασιλικὰ παραδοῦναι καὶ μηκέτι …