Ancient Greek
BGU 8 1826
Documentary Papyri, Bgu 8 1826
Not analysed yet
Σελεύκῳ συγγενεῖ καὶ στρατηγῷ καὶ ἐπὶ τῶν προσόδων παρὰ Τεσε …τῆς …δωρος τῶν ἐξ Ἡρακλέους πόλεως …περὶ τῶν κατʼ ἐμὲ καὶ …καὶ Ἡρώδην Πετοσίριος …ει ἡ ὑπογραφὴ ταύτης …τῶν τροφείων καὶ ἱματισμοῦ καὶ δεόντων πάντων καὶ βλάβεων καὶ δαπανημάτων …καὶ τοῦ ἀντιδίκου μὴ ὑπακούσαντος ἔλαβον τὸ ἀξίωμα. δεομένη δὲ τῆς σῆς βοηθείας τυχεῖν ἀξιῶ ἐὰν φαίνηται συντάξαι Σωτηρίχῳ …ρησάμενον τοῦτον μὲν τὰ ὑπʼ ἐμοῦ ἀπῃτημένα ἐκπρᾶξαι, τοὺς δὲ ἐνοικοῦντας ἐν ταῖς κατὰ τὴν τροφῖτιν συγγραφὴν οἰκίαις δυσὶ ἐξοικίσαι …Ἡρακλείδης εἰς τὸ ἐκ τῶν περιγενησομένων τὴν ἐμαυτοῦ θυγατέρα διατρέφεσθαι, μένειν δὲ τὰ διωμολογημένα …κύρια καὶ ἀσάλευτα. εὐτύχει οἱ ἐν τῷ Ἡρακλεοπολίτῃ τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρίνοντες χρηματισταὶ καὶ Διονύσιος ὁ εἰσαγωγεὺς Σελεύκῳ χαίρειν. τῆς μετενηνεγμένης ὑπογραφῆς ἀντίγραφον ὑπόκειται. καλῶς οὖν ποιήσεις συντάξας ἐπιτελέσαι καθότι συνκέκριται. ἔρρωσο ἔτους λ Μεχεὶρ ιδ καταστάντων Τεσε… καὶ …δώρου τοῦ δὲ ἐνκαλουμένου …οὐχ ὑπακούσαντος οὐδʼ ἄλλως σημήναντος …αἰτίαν διʼ ἣν οὐκ ἐληλύθει τῆς μὲν Τεσε… σημαινούσης παρατεθεῖσθαι αὐτὸν ἀπὸ συνγραφῆς Αἰγυπτίας τροφίτιδος, ἣν ἠγορεύετο κυρίαν εἶναι, ὅσα ἔχει καὶ ὅσα ἐὰν ἐπικτήσηται εἰς ἃ δεῖ χορηγεῖν τῷ τῆς Τες …θυγατρίῳ τροφεῖα καὶ ἱματισμὸν καὶ τὰ δέοντα ἐτῶν …καὶ μηνῶν ἕξ ,κατʼ ἐνιαυτὸν ὀλυρῶν ἀρτάβας …ὡς τοῦ ετους χρόνου ἀρτάβαι σ, ἐκτιθέμενον καὶ ἀργυρίου δραχμὰς …ὡς τοῦ ετους χρόνου δραχμαὶ …ὡς τοῦ στατῆρος δραχμαὶ …δὲ τὰ πάντα χαλκοῦ τάλαντα …καὶ ἠξιωκυίας …συνεχομεν…τα… γραφῆναι τῷ στρατηγῷ ἐξοικίσαι τοὺς ἐνοικοῦντας ἐν ταῖς κατὰ τὴν συνγραφὴν οἰκίαις δυσὶ …εἰς τοὺς μετὰ ταῦτα χρόνους …τῆς τῶν ἀπῃτημένων ἐκπράξεως …αὐτῷ ἐνωπίῳ ὡς …ἐνεκεχειρήκει χάριν …κατὰ τὸ ὅμοιον μηδη… διεληλυθυιῶν δὲ καὶ τῶν τῆς προθεσμίας ἡμερῶν …οὐδʼ ὥς αὐτοῦ ἀπηντηκότος συνεκρίναμεν ἐπιστεῖλαι τῆς ὑπογραφῆς ἀντίγραφον κ… τῷ τῶν ξενικῶν πράκτορι, ἵνα …ἐνεχυρασίαν τῶν οἰκιῶν …τὴν ἔκπραξιν τῶν ἀπῃτημένων ποιήσῃ …