Ancient Greek
BGU 8 1828
Documentary Papyri, Bgu 8 1828
Not analysed yet
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Πτολεμαίου τοῦ Ἐπινίκου δεσμοφύλακος τοῦ ἐν Φνεβιεῖ δεσμωτηρίου. γεγεωργηκότος μου ἐν τῷ ἐνεστῶτι λ τῶι καὶ α ἔτει ἀπὸ τῆς πρότερον Ἀπικκίου προσόδου περὶ Φνεβιέα ἐν τῶι πρότερον Ἀγελάου κλήρωι ἀρούρας θ ἐκφορίου τοῦ σταθέντος ἑκάστης ἀρούρας φακοῦ ἀρτάβας ε παρὰ Σωτέλους προῆγμαι τὴν τοῦ ὑπομνήματος ἐπίδοσιν ποιήσασθαι. ἀξιῶ ἐὰν φαίνηται συντάξαι γράψαι Ἡρακλείδηι τῶι μεριδάρχηι κομισάμενον τὸ προκείμενον τῶν ἐκφορίων κεφάλαιον μὴ παρενοχλεῖν με, ἵνʼ ὦ τετευχὼς τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει …