Ancient Greek
BGU 8 1843
Documentary Papyri, Bgu 8 1843
Not analysed yet
Σωτέλει συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ τῶν ἐκ κώμης Τιντήρεως βασιλικῶν γεωργῶν καὶ τῶν ἄλλων. διὰ τὴν γεγονυῖαν ἐν τῇ κώμῃ ἀβροχίαν ἐν τῶι ἐνεστῶτι γ ἔτει συνέβη πάντας τοὺς κατοικοῦντας ἐν τῇ κώμῃ ξένους ἀνακεχώρηκέναι εἰς τὰς ἑαυτῶν κώμας καὶ ἐκεῖ ἑτοίμως ἐχόντων τὸν στατηρίσκον διορθώσασθαι ὡς καὶ κεχειραγωγηκότος σου ἐν τοῖς κατὰ τὸ γενεσιακόν. ἀξιοῦμεν, σεμνότατε στρατηγέ, ἀσθενέστεροι ὑπάρχοντες καὶ εἰς ὀλίγους παντελῶς κατηντηκότας καὶ ταῦτα ἀπὸ πανώλων τὰ βασιλικὰ τὸ ιδ…