Ancient Greek
BGU 8 1846
Documentary Papyri, Bgu 8 1846
Not analysed yet
Σωτέλει συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ τῶν ἐκ κώμης Τωῦ κατοικούντων. ἐπάνωθεν μέχρι τοῦ ἐπὶ σοῦ μὴ τετελεκότες σιτωνίου πλέον ἀργυρίου δραχμῶν ρ καὶ τὸ καταγώγιον, νυνὶ δὲ ὑπὸ Ἀγαθοκλείους ἀπαιτούμενοι ἀργυρίου δραχμὰς ρν καὶ στατῆρας οε σοῦ τοῦ δικαιοδότου ἀκριβασαμένου ἀπῃτήθημεν ἀργυρίου δραχμὰς τ, εἰς ἃς ἕκαστος εἰσφέρει ἀργυρίου δραχμὰς ϛ, ἀπαιτούμενοι ὑπὸ τοῦ αὐτοῦ ἀργυρίου δραχμὰς τξ εἰς τέλος τε ἐξησθενηκότες καὶ εἰ μή τις ὑπὸ σοῦ τοῦ πρὸς ἀνάκτησιν κεχειροτονημένου ἀντίληψις γένηται …