Ancient Greek
BGU 8 1856
Documentary Papyri, Bgu 8 1856
Not analysed yet
…μεκ…αρ… ἐκ τοῦ Δημητρίου ἄρουραν α, ὥστε γίνεσθαι ἐκφορίου πυροῦ ἀρταβῶν λ, γεωργηθείσας ὑπὸ τοῦ κατονομαζομένου αὐτῆς ἀνδρὸς ἔτι πρότερον, καὶ μηδεμίαν μοι ἀπὸ τούτων μέτρησιν ποιησαμένη μηδὲ μὴν τὰ βασιλικὰ διωρθωκυῖα, ὑπὲρ ὧν ὀλεκομένου μου πρὸς τὰ σιτικὰ καὶ τὴν ἀργυρικὴν ἐπιγραφὴν οὐκ ἔχων ἕτερον πόρον τῆς τούτων ἀπεργασίας εἰ μὴ ἐπαναγκασθείσης αὐτῆς μετρῆσαι τὰ ἐν ἐμοὶ βασιλικά, ἔγραψας Ἀρτεμιδώρωι μεριδάρχηι τὴν ἀπαίτησιν παρʼ αὐτῆς ἐπιτελέσαι. μέχρι δὲ τοῦ νῦν μηδεμιᾶς προνοίας γεγονυίας ὑπʼ αὐτοῦ ἠνάγκασμαι τὴν τοῦ ὑπομνήματος ἐπίδοσιν ποιήσασθαι, βοηθείας ἵνα τύχω. ἀξιῶ ἐὰν φαίνηται γράψαι τῶι αὐτῶι Ἀρτεμιδώρωι ἐπιστρεφέστερον τὴν πρᾶξιν παρὰ τῆς προγεγραμμένης συστήσασθαι εἰς τὰ ἐν ἐμοὶ βασιλικά. τούτου δὲ γενομένου ἔσομαι ἀντειλημμένος. εὐτύχει