Ancient Greek
C.Jud.Syr.Eg. p. 40 pap. no. 1
Documentary Papyri, C.Jud.Syr.Eg. p. 1
Not analysed yet
Πόρτεις ἡγεμὼν τῶν ἐν προχειρισμῶι καὶ οἱ ἐκ τοῦ σημείου νεανίσκοι Πατῆτι καὶ Παχράτηι καὶ τοῖς ἄλλοις στρατιώταις πᾶσι χαίρειν καὶ ἐρρωμένοις διὰ παντὸς εὐημερεῖν. ὑγιαίνομεν δὲ καὶ αὐτοί. μεταλαβόντες τοὺς συντετελεσμένους πρὸς τοὺς ἀσεβεῖς Ἑρμωνθίτας ἀγῶνας μεγάλως ἐχάρημεν. ἐπεὶ οὖν προκεχειρίκαμεν προστάτην τοῦ μεγίστου θεοῦ Νεχθφαραῦτος βεα…ρων …δια… στρατιωτῶν …τὴν ἐπιστολὴν …ντες, οἷς καὶ ἐντετάλμεθα ἀσπάσεσθαι ὑμᾶς παρʼ ἡμῶν φιλοφρόνως καὶ διὰ γραμμάτων ἐκρίναμεν σημῆναι. ἐν οἷς ἂν οὖν ὑμῶν προσδέωνται ἀντιλαμβανόμενοι καὶ ἡμῖν δὲ γράφοντες ὑπὲρ ὧν αἱρεῖσθε ὡς πᾶν προθυμότερον τελεωθησόμενον, ἐπιμελόμενοι δὲ καὶ ἑαυτῶν ἵνʼ ὑγιαίνητε. ἔρρωσθε. ἔτους ιδ τοῦ καὶ ια, Παῦνι ιε …τα… Πατῆτι καὶ Παχράτηι φιλοβασιλισταῖς καὶ τοῖς ἄλλοις στρατιώταις