Ancient Greek
C.Jud.Syr.Eg. p. 78-79 pap. no. 8
Documentary Papyri, C.Jud.Syr.Eg. p. 8
Not analysed yet
Φιλάμμων Πατῆτι Τσνοῦτος καὶ Παχράτηι καὶ τοῖς σὺν αὐτοῖς στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ γέγραφεν ὁ πατὴρ συνμίσγειν ἄγων τοὺς Κροκοδιλοπολίτας καὶ ὑμᾶς ἅμα, ὀρθῶς ποιήσετε καὶ κεχαρισμένως ἑτοίμους γενέσθαι ὡς ἅμα ἡμῖν συνεξορμήσητε, ἐὰν δὲ μὴ ἔχητε πλοῖον, συνεμβήσητε ἅμα ἡμῖν εἰς τὴν ῥῶμσιν καὶ ἑαυτῶν δʼ ἐπιμελόμενοι ἵνʼ ὑγιαίνητε, ἔρρωσθε. ἔτους ιϛ, Χοιὰχ κη. ἡγεμόσι Πατῆτι καὶ Παχράτηι