Ancient Greek
C.Pap.Gr. 1 11
Documentary Papyri, C.Pap.Gr. 1 11
Not analysed yet
κόλλημα Πρωτάρχωι παρὰ Ἁρποχρατίωνος τοῦ Καίσαρος καὶ παρὰ Ἀπολλωνίας τῆς Νανῶτος μετὰ κυρίου καὶ ἐνγύου τοῦ τοῦ ἀνδρὸς Χαιρήμονος τοῦ Πετήσιος. καὶ αὐτοῦ Χαιρήμονος ἐπεὶ τυγχάνει ὁ Ἁρποχρατίων ἐγδεδομένος τῆι Ἀπολλωνίαι δουλικὸν αὑτοῦ παιδίον ἀναίρετον ὑποτίτθιον …,ὥστε τροφευθῆναι ὑπʼ αὐτῆς Ἀπολλωνίας τῷ ἰδίῳ αὐτῆς γάλακτι ,μηδέπω δὲ τῆς περὶ τῆς τροφείας δουλικοῦ παιδίου ᾧ ὄνομα Ἀγαλμάτιον ἀσφαλείας γεγονυίας συμβέβηκεν τὸ τῆς Ἀπολλωνίας γάλα διεφθάρθαι, συνχωροῦμεν πρὸς ἑαυτοὺς ἐπὶ τοῖσδε· ἡ μὲν Ἀπολλωνία πεπληρῶσθαι ὑπὸ τοῦ Ἁρποχρατίωνος διά τε χειρὸς ἐξ οἴκου καὶ διὰ τραπέζης κατὰ μέρος τὰ τῶν ὀκτὼ μηνῶν τροφεῖα καὶ μηδὲν ἐνκαλεῖν τῶι Ἁρποχρατίωνι περὶ τούτων κατὰ μηδένα τρόπον, …,ὁ δὲ Ἁρποχρατίων καὶ αὐτὸς παρειληφέναι παρὰ τῆς Ἀπολλωνίας τὸ δηλούμενον αὐτοῦ δουλικὸν παιδίον Ἀγαλμάτιον καὶ μηδὲν ἐνκαλεῖν …μήτε τῇ Ἀπολλωνία μήτε τῷ Χαιρήμονι ὑπὲρ τῶν κατὰ τὴν τροφείαν πάντων ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, συνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμωι τὴν δὲ Ἀπολλωνίαν καὶ τὸν Χαιρήμονα ἐκτίνειν τ ἃ εἴληφεν ἡ Ἀπολλωνία τροφεῖα σὺν ἡμιολίᾳἐπιτίμου καὶ ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας καθάπερ ἐκ δίκης μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας κατὰ μηδένα τρόπον ἔτους κϛ Καίσαρος Ἁθὺρ κε …