Ancient Greek
C.Pap.Gr. 1 2
Documentary Papyri, C.Pap.Gr. 1 2
Not analysed yet
Ἀρτεμιδώρωι ἀρχιδικαστῆι καὶ πρὸς τῆι ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Εἰρήνης τῆς Τρύφωνος μετὰ κυρίου Διονυσίου τοῦ Διονυσίου καὶ παρὰ Γναίου Ὀκταίου Δαμᾶ. περὶ τῆς ἑσταμένης προσαχθῆναι ἀσφαλείας συγχωρεῖ ὁ Γναῖος Ὀκτάιος Δαμᾶς ἀπέχειν παρὰ τῆς Εἰρήνης διὰ χειρὸς ἐξ οἴκου τὰ τροφεῖα τοῦ ὑπʼ αὐτοῦ τετροφημένου τῆς Εἰρήνης δουλικοῦ σωματίου ὧι ὄνομα Ῥενᾶτα, καὶ μήτε αὐτὸς Γναῖος Ὀκτάιος Δαμᾶς μηδʼ ἄλλος ὑπὲρ αὐτοῦ μηδεὶς ἐπελεύσεσθαι ἐπὶ τὴν Εἰρήνην μήτε περὶ τροφείων καὶ ἄλλου τινὸς ἐνγράπτου ἢ ἀγράφου, ἀλλὰ μηδὲ ἐπʼ αὐτὸ τὸ δουλικὸν σωμάτιον Ῥενᾶταν ἐπελεύσεσθαι, τὸν δὲ καὶ ἐπελευσόμενον αὐτὸς Γναῖος Ὀκτάιος Δαμᾶς ἀποστήσειν ἀπὸ τῆς Εἰρήνης τοῖς ἰδίοις δαπανήμασι ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, ἔτι καὶ προσεκτίνειν αὐτὸν ὅ τʼ εἴληφεν τῶν τροφείων κεφάλαιον σὺν ἡμιολίᾳ παραχρῆμα καὶ ἄλλας ἐπιτίμου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης· παρείληφεν δὲ ἡ Εἰρήνη παρὰ τοῦ Γναίου τὸ δουλικὸν παιδίον Ῥενᾶταν, ὅ ἐστιν ὡς ἐτῶν τριῶν καὶ μηνῶν ἓξ . ἀξιοῦμεν ἔτους ιε Καίσαρος Τῦβι ϛ