Ancient Greek
C.Pap.Gr. 1 20
Documentary Papyri, C.Pap.Gr. 1 20
Not analysed yet
ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ἕκτῃ καὶ εἰκάδι διὰ Ἑρμίου τοῦ Νείλου τοῦ πρὸς τῷ γραφείῳ Νείλου πόλεως καὶ Σοκνοπαίου Νήσου καὶ Ἡρακλείας τῶν Ἡρακλείδου καὶ Θεμίστου μερίδων τοῦ Ἀρσινοείτου. ὁμολογεῖ Τασωοῦκις Ὤπιος τροφός, ἐτῶν τριάκοντα ,οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀπύγχιος τοῦ Πανεφρόμμιος ἐτῶν τριάκοντα πέντε ,οὐλὴ πήχει δεξιῷ, Τεσενούφει Ὥρου, ἐτῶν πεντήκοντα ,οὐλὴ ἀντικνημίῳ δεξιῷ, ἀπέχειν παρʼ αὐτοῦ τὰ τροφεῖα καὶ τὰ ἔλαια καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῷ τοῦ τῆς γαλακτοτροφίας διετοῦς χρόνου καὶ τιθηνήσεως μηνῶν ἓξ ὑπὲρ οὗ τετρόφευκεν καὶ τεθήλακεν αὐτοῦ δουλικοῦ ἐγγόνου θηλυκοῦ Θερμουθαρίου ……τη… …τροφείων …ἐπελεύσεσθαι μήτε περὶ …μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τρόπῳ μηδενί, μενούσης κυρίας τῆς τοῦ τροφίμου ὁμολογίας. ὑπογραφεὺς τῶν ὁμολογούντων Στοτοῆτις Μα… ἐτῶν τριάκοντα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν …Στοτοῆτις Ἀπύγχιος ἐτῶν …