Ancient Greek
C.Pap.Gr. 1 34
Documentary Papyri, C.Pap.Gr. 1 34
Not analysed yet
……ὁμολογεῖ Λούκιος Οὐίβιος Κασιανὸς πεπρακέναι τῷ αὐτῷ Ἀμμωνίῳ κατὰ τήνδε τὴν ὁμολογίαν τῇ ἐνεστώσῃ ἡμέρᾳ τὸ ὑπάρχον τῷ Κασιανῷ οἰκογενὲς δουλικὸν ἔνγονον ὀνόματι Κόσμον ἐτῶν τριῶν …ὃ ἐγαλακτοτρόφησεν καὶ ἐτιθήνησεν ἡ τοῦ Ἀμμωνίου δούλη Δημητροῦς, ἥνπερ ἐξέστη …ὁ Λούκιος Οὐίβιος Κασιανὸς τῷ Ἀμμωνίῳ καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ γραφείου τῆς αὐτῆς κώμης …καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Μεχεὶρ νεομηνίᾳ, ἀντί τε ὧν ὤφειλεν τῷ Ἀμμωνίῳ καὶ ὧν ἔσχεν τότε εἰς πλήρωσιν τῆς ὅλης τιμῆς τῆς δούλης Δημητροῦτος δραχμῶν …νυνὶ δὲ τοῦ ἐγγόνου Κόσμου πενταμηνίου ὄντος τούτου τοιούτου ἀναπορρίφου πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀπέχειν τὸν Λούκιον Οὐίβιον Κασιανὸν παρὰ τοῦ Ἀμμωνίου ἀπὸ τῶν συμπεφωνημένων ἀργυρίου δραχμῶν τριακοσίων ,μεθʼ ἃς ὑπελόγησεν ἑαυτῷ ὁ Ἀμμώνιος ὑπὲρ τροφείων τοῦ δουλικοῦ δραχμὰς διακοσίας ,τὰς λοιπὰς δραχμὰς ἑκατὸν καὶ βεβαιώσειν αὐτόν τε Λούκιον Οὐίβιον Κασιανὸν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Ἀμμωνίῳ καὶ τοῖς παρʼ αὐτοῦ τὸ αὐτὸ πεπραμένον δουλικὸν ἔνγονον Κόσμον πάσῃ βεβαιώσει πλὴν δρασμοῦ. κρατεῖν οὖν καὶ κυριεύειν τὸν Ἀμμώνιον καὶ τοὺς παρʼ αὐτοῦ τοῦ πεπραμένου δουλικοῦ καὶ ἐξουσίαν ἔχειν πωλεῖν, ὑποτίθεσθαι, οἰκονομεῖν κατʼ αὐτοῦ ὅ τι ἐὰν αἱρῶνται καὶ μηδὲν αὐτοῖς τὸν Λούκιον Οὐίβιον Κασιανὸν ἐνκαλεῖν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ, εἰ δὲ μὴ τὸν Λούκιον ἀποδοῦναι τῷ Ἀμμωνίῳ τὴν τιμὴν διπλῆν καὶ τὰ τέλη καὶ δαπανήματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …ακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα ἀκολουθούσης αὐτῷ τῆς βεβαιώσεως τῆς δούλης Δημητροῦτος ταῖς εἰς τὸν Ἀμμώνιον ἀσφαλείαις ἀκολούθως. ὑπογραφεὺς τοῦ Κασιανοῦ φαμένου μὴ εἰδέναι γράμματα Ἡρακλίδης Ἰσιδώρου ὡς ἐτῶν πεντήκοντα …Λούκιος Οὐίβιος Κασιανὸς ὁμολογῶ πεπρακέναι τῷ Ἀμμωνίῳ δουλικὸν ἔγγονον ὀνόματι Κόσμον γεγονός μοι ἐξ ἧς ἐξέστην αὐτῷ κατὰ δημόσιον χρηματισμὸν δούλης Δημητροῦτος ὅπερ ἔγγονον ἐγαλακτοτρόφησεν καὶ ἐτιθήνησεν. ἀπὸ δὲ τῶν συμπεφωνημένων τιμῆς δραχμῶν τριακοσίων ὑπελόγησα αὐτῷ τὰς τῶν τροφείων δραχμὰς διακοσίας ,τὰς δὲ λοιπὰς δραχμὰς ἑκατὸν ἀπέχω καὶ βεβαιώσω καθὼς πρόκιται. Ἡρακλίδης Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. Ἀμμώνιος ἠγόρακα τὸ δουλικὸν ἔνγονον Κόσμον.