Ancient Greek
7.r2.44 to 7.r3.97
Documentary Papyri, C.Pap.Gr. 1 7.r2.44-7.r3.97
Not analysed yet
……ᾧ ὄνομα Ἐπαφρόδιτος ἄρσην ἐπʼ ἔτη δύο ἀπὸ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος καὶ ἀπεσχηκέναι αὐτὴν σὺν τῶι ἀνδρὶ Ἁρμιύσι νεωτέρωι παρὰ τοῦ Ἐπιφανίωνος διὰ χειρὸς ἐξ οἴκου τὰς ἑσταμένας δοθῆναι κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς ὀκτὼ τῶν προκιμένων ἐτῶν δύο ,τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν ἐνενήκοντα δύο τοῦ τε ἱματισμοῦ καὶ σιτομετρίας καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῶι νῦν ἐκ πλήρους ἐπὶ τὰ αὐτὰ ἔτη δύο . ἔγγυος δὲ τῶν κατὰ τὸ τρόφιμον πάντων Ἁρπαῆσις Κελεβίνιος εἰς ἔκτισιν. καὶ οὐκ ἐξέσται τῇ Διοδώρᾳ ἀνδροκοιτεῖν οὐδὲ οὐδὲν δυσένθετον προσφέρειν ἐπὶ τῇ τοῦ γάλακτος ἐγλείψει, ἀλλὰ καὶ μετὰ τὸν χρόνον παραδότωσαν τὸ θρεπτὸν ὑγιῆ καὶ ἀθάνατον καθότι συνκεχωρήκασιν τῶι Ἐπιφανείωνι ἢ τὸ ἴσον ἐάνπερ διαφωνήσῃ ἀναστήσουσιν ἐπὶ τὰ αὐτὰ ἔτη δύο ἢ καὶ τὰ ἀργύρια, τῆς πράξεως οὔσης Ἐπειφανίωνι ἔκ τε αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. ἡ γραφὴ κυρία. μάρτυρες συγγραφοφύλαξ ἔτους κβ Καίσαρος Παχὼν κη ἀνεγράφη διʼ Ἰσιδώρου. Διοδώρα ἡ καὶ Ταποντῶς Δημητρίου τοῦ καὶ Πετερμούθεως Περσίνη μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρμιύσιος νεωτέρου ὁμολογῶ τροφεύσειν παρʼ ἐμαυτῇ καὶ θηλάσειν τῶι ἰδίωι γάλακτι Ἐπιφανίωνι Κανώιπου ὅπερ ἀνῄρηται Ἐπιφανίων κοπριαναίρετον παιδίον ἄρρενον ᾧ ὄνομα Ἐπαφρόδιτος ἐπʼ ἔτη δύο ἀπὸ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος καὶ ἀπέχομεν παρὰ τοῦ Ἐπιφανίωινος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τοῦ Ἐπιφανείωνος κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς ὀκτὼ τοῦ ἱματισμοῦ καὶ σιτομετρίας καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῷ ἐπὶ τὰ προκείμενα ἔτη δύο . ἔγγυος δὲ τῶν κατὰ τὸ τρόφιμον πάντων Ἁρπαήσιος Κελεβίνεος, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὸ θρεπτὸν Ἐπιφανίωινι ὑγιῆ καὶ ἀθάνατον καθότι προγέγραπται ἔγραψεν ὑπὲρ αὐτῶν Ἀχιλλεὺς Ἑρμίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. …διὰ χειρὸς ἐξ οἴκου τὰ τροφεῖα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῷ ὑπὲρ οὗ τροφεύει ἡ Διοδώρα παιδίον κοπριαναίρετον ἄρρεν τοῦ Ἐπιφανίωνος ᾧ ὄνομα Ἐπαφρόδιτος ἐτῶν δύο ἀπὸ μηνὸς Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ὑπὲρ τῶν διὰ τοῦ τροφίμου ἑσταμένων κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν ὀκτὼ τῶν προκιμένων ἐτῶν δύο ,αἱ συναγόμεναι ἀργυρίου δραχμαὶ ἑκατὸν ἐνενήκοντα δύο Ἁρπαῆσις Κελεβίνιος ἔγγυος τῶν κατὰ τὴν προκειμένην ἀποχὴν εἰς ἔκτισιν, τῆς πράξεως οὔσης Ἐπιφανείωνι ἔκ τε αὐτῶν τῶν τριῶν καὶ ἐκ τῶν