Ancient Greek
C.Pap.Gr. 2 13
Documentary Papyri, C.Pap.Gr. 2.1 13
Not analysed yet
Χαιρήμονι κωμογραμματεῖ Βακχιάδος παρὰ Ταορσενούφιος τῆς Ψενατύμιος μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Καμείου τῶν ἀπὸ τῆς προκειμένης κώμης. ὁ υἱός μου Ὀννῶφρις Ψεναμούνεως τοῦ Ζωίλου ἀφῆλιξ καθεστὼς τῶν ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησεν τῶι Γερμανικείωι μηνὶ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ. …ὑπόμνημα περὶ τετελευτηκότος