Ancient Greek
C.Pap.Gr. 2 19
Documentary Papyri, C.Pap.Gr. 2.1 19
Not analysed yet
Ἀμμωνίωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πανεφρέμμεως τοῦ Στοτοήτιος τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ὁ πατρικός μου δοῦλος Πανομιεὺς ἐτελεύτησεν τῶι Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει