Ancient Greek
C.Pap.Gr. 2 21
Documentary Papyri, C.Pap.Gr. 2.1 21
Not analysed yet
Κλαυδίωι Ἰουλιανῶι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Θατρείους τῆς Σαραπίωνος τῶν ἀπὸ κώμης Καρανίδος τῆς αὐτῆς μερίδος μετὰ κυρίου τοῦ συγγενοῦς Μέρσιος τοῦ Ἀπύγχεως …μου Σαταβοῦς …τοῦ Πετεεύσου ἀ… ἀναγεγραμμένος ἐπὶ τῆς προκειμένης κώμης ἐτελεύτησε τῶι Χοιὰκ μηνὶ τοῦ ἐνεστῶτος ε ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τοῖς τετελευτηκόσι τῷ κωμογραμματεῖ. εἰ ἐτελεύτησεν, ἀναγραψάμενος μετὰ χειρογραφίας προσφώνησον ὡς καθήκει ἔτους ε Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοιάκ …διὰ Μέρσιος τοῦ Ἀπύγχεως Χυὰκ κε