Ancient Greek
C.Pap.Gr. 2 28
Documentary Papyri, C.Pap.Gr. 2.1 28
Not analysed yet
…κωμογραμματεῖ Ψενύρεως παρὰ Παποντῶτος τοῦ Πάσειτος τοῦ Παποντῶτος μητρὸς Ἀπίας τῶν ἀπὸ τῆς προκειμένης κώμης Ψενύρεως. ὁ υἱός μου Παπεεῦς μητρὸς …ιτος ἀφήλικος ἀναγεγραμμένος ἐπὶ τῆς προκειμένης κώμης ἐτελεύτησεν τῷ Ἐπεὶπ μηνὶ τοῦ ἐνεστῶτος ι ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι ὅπως ταγῇ ἐν τῇ τῶν τετελευτηκότων τάξει.