Ancient Greek
C.Pap.Gr. 2 42
Documentary Papyri, C.Pap.Gr. 2.1 42
Not analysed yet
Πτολεμαίωι κωμογραμματεῖ κώμης Βακχιάδος παρὰ Θαήσεως τῆς Ψενατύμεως τοῦ Αὐνείους μητρὸς Θαήσεως ἀπὸ τῆς προκειμένης κώμης Βακχιάδος μετὰ κυρίου τοῦ συνγενοῦς Ἀπολλωνίου τοῦ Ἀπολλωνίου. ὁ ὁμοπάτριος καὶ ὁμομήτριός μου ἀδελφὸς Αὐνῆς ἀναγραφόμενος ἐπὶ τῆς αὐτῆς κώμης Βακχιάδος ἄτεχνος ὢν ἐτελεύτησεν ἐν τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει. Πτολεμαῖος κωμογραμματεὺς διὰ Πτολεμαίου γραμματέως ἔσχον τὸν ἴσον. ἔτους ιδ Μεχεὶρ …