Ancient Greek
C.Pap.Gr. 2 68
Documentary Papyri, C.Pap.Gr. 2.1 68
Not analysed yet
Διδύμῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Σισόιτος Κάστορος τοῦ Ἀιωνίου ἀπὸ κώμης Εὐημερίας. ὁ κατὰ μητέρα μου θεῖος Πισάις Τούρβωνος μητρὸς Θεανοῦτος ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησεν ἔτι πάλαι. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. κωμογραμματεῖ Εὐημερίας. εἰ ταῖς ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἀκόλουθον ἐπιτέλει …