Ancient Greek
C.Pap.Gr. 2 72
Documentary Papyri, C.Pap.Gr. 2.1 72
Not analysed yet
Ἰσιδότῳ τῷ καὶ Ὡριγένῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀρσινόου Κρονίωνος τοῦ Σαραπίωνος ἀπὸ ἀμφόδου Πλατείας …δου. ὁ υἱός μου Σαπρίων τελῶν τὴν λαογραφίαν ἐπὶ τοῦ προκειμένου ἀμφόδου ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνὶ Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. διὸ ἐπιδίδωμι. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Ἰσιδότῳ τῷ καὶ Ὡριγένῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀρσινόου Κρονίωνος τοῦ Σαραπίωνος ἀπὸ ἀμφόδου Πλατείας …δου. ὁ υἱός μου Σαπρίων τελῶν τὴν λαογραφίαν ἐπὶ τοῦ προκειμένου ἀμφόδου ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνὶ Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. διὸ ἐπιδίδωμι.