Ancient Greek
CdÉ 85 (2010), p. 374-381
Documentary Papyri, CdÉ 85 377
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους …ιε ἰνδικτίονος. Αὐρήλιος Ἄμουνις Μουσαίου μητρὸς Σάννας ἀπὸ κώμης …τοῦ Ἑρμοπολίτου νομοῦ Ἰακυβίῳ Δανιηλίου ὁρμωμένῳ ἀπὸ ……ς μονάζοντι ἐν τῷ εὐαγεῖ μοναστηρίῳ ἀββα Ἀπολλῶτος τῷ διακειμένῳ ἐν ὄρει τῆς κώμης Τιτκώεως τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἄμουνις διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου κεφαλαίου χρυσοῦ νομισμάτια τέσσαρα ἐξοδιαζόμενα τῆς κώμης, γίνονται χρυσοῦ νομισμάτια δ ἐξοδιαζόμενα, ἅπερ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι τὰ αὐτὰ χρύσινα νομισμάτια τέσσαρα ὁπόταν βουληθῇς χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ δίκης καὶ κρίσεως καὶ οἱασδήποτε ἀφορμῆς, ἐφ’ ᾧτέ με ἐπιγνῶναί σοι ὑπὲρ λόγου ἐπικερδείας τῶν αὐτῶν νομισματίων τεσσάρων ……ἐν τῷ Φαωφι μηνὶ ……ρ… …ζομ… …τη…