Ancient Greek
CdÉ 86 (2011), p. 223-227
Documentary Papyri, CdÉ 86 224
Not analysed yet
……στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος …παρὰ …Ἥρωνος τοῦ Διοσκόρου ἀπὸ ἀμφόδου Γυμνασίου. οὗ παρεκόμισα …ἱερέως ἀρχιδικαστοῦ ἀπὸ διαλογῆς χρηματισμοῦ ἀντίγραφον ὑπόκειται καί ἀξιῶ τὸ ἴσον δι’ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν μεταδοθῆναι τῷ δι’ αὐτοῦ δηλουμένῳ …ἐνωπίῳ, ἵν’ εἰδῇ. ἔτους …Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Τῦβι κ. …ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται ἕτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς …σεσημείωμαι. …γραμματεὺς καταλογείου τὴν οἰκονομίαν ἔγραψα. ἔτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς …τῷ τῶν κεκοσμητευκότων ο… …ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καί τῶν ἄλλων κριτηρίων παρὰ …Ἥρωνος τοῦ Διοσκόρου ἀπὸ ἀμφόδου Γυμνασίου ……ἀργυρίου δραχμάς …