Ancient Greek
CdÉ 89 (2014), p. 113-123 no. 19
Documentary Papyri, CdÉ 89 117
Not analysed yet
……ἔτους ἑβδόμου …ἀναγνωσθείσης ἐντεύξεως τέκνων καὶ κληρονόμων τοῦ …,τοῦ δὲ δι’ αὐτῆς σημαινομένου ὑπομνήματος περὶ δημοσιώσεως ὑποταξίμης ὡς καθήκει διαγραφῆς ἐπενηνεγμένου καὶ τοῦ λεγομένου διαπεστάλθαι Αὐρηλίου Ἰσιδώρου ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τοῖς Κυνοπολίτου Ἄνω στρατηγῷ καὶ ξενικων πράκτορι ἵν’, ἐὰν παρόντες ἐπ’ αὐτοὺς …καὶ …εὐδοκῶσι τούτοις καὶ προῶνται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι, ἀπερίλυτον εἶναι τὴν ὀφειλήν, τὸ τηνικαῦτα μεταδοθέντος τῶν γραμμάτων τούτων ἀντιγράφου τῷ διὰ ἐντεύξεως δηλουμένῳ ὑποχρέῳ ἐνωπίῳ ἵν’ εἴδῃ, καὶ ἐὰνμηδὲν ἀντείπῃ ἐν ἡμέραις δέκα, μετὰ ταύτας συντελῶσι τὰ τῆς πράξεως ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Πομπωνίῳ Ἰανουαριανῶι …καὶ …Ὀφειλομένων …ὑπὸ …ἱππέως ἴλης Ἡρκουλανῆς ἐξ αριθμοῦ σιγγουλαρίων ἱππέων κατὰ τὸ …ἔτος …Γαλλιηνοῦ βασιλείας Χοιὰχ ε …τῆς λαμπροτάτης πόλεως των …εως μ…