Ancient Greek
CdÉ 93 (2018), p. 130-144
Documentary Papyri, CdÉ 93 140
Not analysed yet
καλῶς ποιήσεις λαβών μου τὸ ἐπιστόλιον παρὰ τοῦ κομίζοντος σοι τὸ ὑπόμνημα τῶν οἰκοπέδων καὶ σωμάτων Ταβοῦτος τῆς Τεσήους ἐμοῦ ὑπογράψαντος καὶ ἐπιγνοὺς τί θέλει ὁ κομίζων διορθῶσαι τὸ ὑπόμνημα εἰς τὸν ὑπόχρεων ἀπογραφὴν ποιήσας, ἀσφάλισον δὲ τὴν ἐμὴν ὑπογραφὴν καὶ γράψον μοι περὶ τῶν μετεώρων ἡμῶν καὶ περὶ τοῦ διαλογισμοῦ· καὶ βούλομαι τὸν νομάρχην ἔχειν τὴν ἀρτάβην τῶν ἄρτων ὥστε δοῦναι γραμματεῖ τοῦ βασιλικοῦ ἔρρωσο. ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Τῦβι ιε.