Ancient Greek
CdÉ 95 (2020), p. 106-115
Documentary Papyri, CdÉ 95 109
Not analysed yet
Φλαουίῳ Σαλβιτίῳ ἀπὸ προτηκτόρων τριβούνῳ κάστρων κώμης Ναρμούθεως τοῦ Ἀρσινοείτου νομοῦ. παρὰ Αὐρηλίου Νιλᾶ τοῦ Σύρου ἀπὸ κώμης Ναρμούθεως τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογῶ ἐπομνυόμενος τὸν πάντα θρεψάμενον θεὸν καὶ τὴν θείαν τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως μονῆς καὶ ἐμφανείας ἐγγυᾶσθαι Αὐρηλίαν Τίρεσιν γυναῖκα Φιλίππου οὐετρανοῦ θυγατέρα Πέβιος ἣν καὶ παραστήσω ὁπόταν ἐπιζητήσῃς· εἰ δὲ μὴ παραστήσω αὐτὴν ὑπεύθυνος ἔσομαι τοῖς πρὸς αὐτὴν ἐπιζητουμένοις πᾶσι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ κινδύνῳ καὶ ἐπερωτηθείς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου τὸ …καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ …. Αὐρήλιος Νιλᾶς υἱὸς Σύρου ἐγγυῶμαι