Ancient Greek
Ch.L.A. 11 465
Documentary Papyri, Ch.L.A. 11 465
Not analysed yet
……ἀργυρίου δραχμὰς …σι… …ἀποδότω ὁ Πετερμοῦθις τῶι Κόσμωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χωρὶς πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθότι προγέγραπται, ἀποτεισάτω αὐτῶι τὸ δάνειον σὺν ἡμιολίαι παραχρῆμα καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας τόκους, τῆς πράξεως αὐτῶι γινομένης ἔκ τε τοῦ δεδανεισμένου Πετερμοῦθι. καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντηι πάντων πράσσοντι κυρίως καθάπερ ἐκ δίκης. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ. Πετερμοῦθις Πετρανούφιος …πα… …Πέρσης τῆς ἐπιγονῆς …ρα…μ… …ν…ιου…ι…σο… ἀργυρίου δραχμὰς …ς ἃς καὶ ἀποδώσω καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Λ…αν…τερου διὰ τὸ βραδύτερα γράφειν. Πετερμοῦθις Πετρανούφιος Πέρσης τῆς ἐπιγονῆς δεδάνεισμαι καθὼς πρόκιται. Cosmus e… …dedanica tas procimenas argyriou drachmas hebdemeconta duo …Φιλιστίων ἀναγέγραμμαι διὰ τοῦ ἐν γραφείου. ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, …ωθ ὀγδόηι. …δάνειον Πετερμούθιος …