Ancient Greek
1437.PMich13660.1 to 1437.PMich13660.14
Documentary Papyri, Ch.L.A. 47 1437.PMich13660.1-14
Not analysed yet
τοῦ μεγαλοπρεπεστάτου Σαραπάμμωνος τὸ αὐτὸ χρυσίον καὶ Βίκτωρ ὁ νοτάριος ὁ καὶ τοποτηρητής. ἐγὼ γὰρ οὔτε ἐδεξάμην ἀλλὰ ὁ βοηθὸς ἐδέξατο τὸ εἰρημένον χρυσίον καὶ δέδωκεν τῷ μειζοτέρῳ αὐτοῦ ἅμα καὶ τῷ Βίκτορι τῷ τοποτηρητῇ συντείνοντες εἰς μίαν ἥμισυ λίτραν χρυσίου. τί δὲ ἄλλο ἔλαβεν ὁ μειζότερος αὐτὸς ἀγνοῶ. τὸ δὲ αὐτὸ χρυσίον ἐδέξατο παρὰ τοῦ μειζοτέρου αὐτοῦ ὁ αὐτὸς ἐνδοξότατος Σαραπάμμων. Vir illustris comes militum dixit: Σαραπάμμων ὁ μεγαλοπρεπέστατος ἀκηκοὼς τῆς Μηνᾶ φωνῆς λεγούσης πᾶν τὸ εἰρημένον τοῖς ἑστῶσιν ὡς χρυσίον καὶ ἀπῃτῆσθαι παρὰ Ζαχαρίου καὶ ἐπʼ αὐτὸν καταβεβλῆσθαι τί λέγειν ἔχει περὶ τούτου; Sarapammon qui supra ινλυστρις διχιτ· ἔμαθον ὅτι τινὲς ἀπὸ Ἀφροδίτης τῆς κώμης φρατριάζουσι …ημοιρη θέλουσιν ποιῆσαι τὴν κώμην ἵνα πάλιν φόνοις παρακολουθήσωσιν καὶ ὑπὲρ τούτου ποιήσαντες τὴν φρατρίαν ἀπῃτήθησαν μίαν λίτραν χρυσίου εἰς ἀρχοντικόν. Vir illustris comes militum dixit: ἡ μὲν Ταλῖς ἐπικείσεται Σαραπάμμωνι τῷ μεγαλοπρεπεστάτῳ ἕνεκα τῆς Ζαχαρίου παραγωγῆς. τί δὲ καὶ περὶ τῶν ἐγκλημάτων Μηνᾶς εἰπεῖν ἔχει; Flavius Menas miles dixit: ἐγὼ οὐκ ἐφόνευσά τινα ἀλλὰ καὶ δείκνυμι. τί δὲ ανδ… Μηνᾶς; ἔμεινεν ἀηδιζόμενος ὁ αὐτὸς πρεσβύτερος ἐν τῇ ἐκκλησίᾳ, ἐγὼ ἐν τῇ Ἀνταίου καὶ ἐξῆλθεν τὸν τράχηλον αὐτοῦ τοῦ πρεσβυτέρου ἀπόστημα καὶ ἐξ αὐτοῦ ἀπέθνῃσκεν, περὶ γὰρ Ἡρακλείου οὔδε ἤμην ἐκεῖ οὔδε οἶδα. Vir inlustris comes militum dixit: εἰ βούλονται οἱ ἑστῶτες συνεπελθεῖν τοῖς ἐγκλήμασι γραφῇ τὸν νόμον …πείτωσαν. Flavius Theodorum excusans dixit: εἰς τὰς τελευταίας ἡμέρας τοῦ παρελθόντος μηνὸς Μεσορὴ τῆς φθινούσης ἑβδόμης ἰνδικτίονος Μηνᾶς ὁ κακοσιώμενος τὸν ἐμὸν ἀδελφὸν Βίκτορα τὸν καὶ πρεσβύτερον ἐκβιβάσας ἐφόνευσεν μαγγανικὸν ξύλον βάλλων εἰς τὴν ἀριστερὰν ο…χειρα καὶ πληγὰς πολλὰς ἐπαγαγὼν κατὰ τοῦ στομάχου αὐτοῦ ἀπὸ πέμπτης ὥρας μέχρι ἑσπέρας τῆς αὐτῆς ἡμέρας καὶ ὁρίζομαι κατʼ αὐτοῦ τὸν ἁρμόζοντά μοι νόμον κατὰ τῶν φονέων. εἰ μὴ ἀποδείξω αὐτὸν φονεύσοντα τὸν ἐμὸν ἀδελφὸν ἀποθνῄσκω ὑπὲρ τούτου. οὐκ ἐπεζήτησεν δὲ τὰς ἐπαχθείσας αὐτῷ πληγὰς εἰ μὴ μόνος ἦν δέκα ἢ ἕνδεκα ἡμέρας. Mariam quae supra Theodorum excusans dixit: οἱ κεφαλαιωταὶ Ἀφροδίτης τῆς ἐμῆς κώμης μετὰ ἄλλων ὑπουργούντων αὐτῇ οἱ ἠσφαλισμένοι τὸν ἐμὸν ἄνδρα Ἡράκλειον ἀπέθεντο ἐν τῇ φυλακῇ τῆς ἐμῆς κώμης Ἀφροδίτης καὶ λαβόντες οἶνον εἰς τὴν αὐτὴν φυλακὴν πεπώκασιν μετʼ αὐτοῦ καὶ ἑσπέρας γενομένης κατακόψαντες