Ancient Greek
Chiron 49 (2019), p. 276-280 no. 4
Documentary Papyri, Chiron 49 277_4
Not analysed yet
Διούρδανος Ἀρχιβίῳ χαίρειν. τὰ περιεχοντα διπλωμα…υτα…· εἰς· την πρώτην ἐπιστολὴν γράφει Σατορνῖλος ὁ πρίνκιψ σοὶ ἀσφαλῶς τὸ μέταλλον φυλάσσειν καὶ ἡμῖν τὰ πραισίδια· εἰς τὴν ὑπο κάτω ἐπιστολὴν γράφει Λονγῖνος Πρίσκος κουράτωρ πραισιδίου Παρεμβολῆς τῆς Δωδεκασχοίνου εἰς τὴν …ων τὸ πραισίδιον τῇ θ τοῦ Φαρμουθι τεθεωρακέναι εἰς τὴν Ἀραβίαν εἰς τὸ πέρα ε βαρβάρους καὶ δύο καμήλους ὑδρευομένους παρὰ ποταμὸν καὶ περιπατοῦντας εἰς τὰ κάτω μέρη· διὸ ἔγραψε τῇ κάτω ῥίπᾳ αὐτοὺς φυλάσσειν. ἐρρῶσθαί σε εὔχομαι. ἐρωτηθεὶς ἵνα ὁ ἀσκὸς ῥαφῇ.