Ancient Greek
Chrest.Mitt. 112
Documentary Papyri, Chrest.Mitt. 112
Not analysed yet
Ἀρτεμιδώρωι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σαμίου Σαραπίωνος τοῦ Νείλου ἀπὸ τῆς μητροπόλεως γεουχοῦντος ἐν κώμῃ Νείλου πόλει καὶ κτηνοτρόφου ἐν τῇ αὐτῇ· νυκτὶ τῆς κβ εἰς τὴν κγ τοῦ ὄντος μηνὸς Παχών, κτηνῶν ὄντων που ἐν αὐλῇ ἡμετέρᾳ, ἐβαστάχθησαν ἀπʼ αὐτῶν ὄνοι τέσσαρες οἱ κάλλιστοι, λευκοὶ μὲν δύο, οἱ δὲ ἄλλοι δύο μέλανες. διὸ ἐπιδίδωμι τόδε τὸ βιβλίδιον, ἀξιῶν ἐν καταχωρισμῷ γενέσθαι, ἐμοῦ μὲν ἀναζητοῦντος τούτους ἐν οἷς ἂν βούλωμαι τόποις, ὅπως, ἐὰν εὐκαιρίας τύχω τοῦ εὑρεῖν, ἀποσπάσω, ἵνʼ ὦ ὑπὸ σοῦ τοῦ κυρίου εὐεργετημένος καὶ βεβοηθημένος. διευτύχει. ἔτους α Αὐτοκράτορος Καίσαρος Πουβλίου Ἑλουίου Περτίνακος Σεβαστοῦ Παχὼν κδ …αρ… …σεσημείωμαι.