Ancient Greek
Chrest.Mitt. 156
Documentary Papyri, Chrest.Mitt. 156
Not analysed yet
ἔτους η Μεχεὶρ ια, ὁμολογία παραχωρήσεως Σεβτίτιος Νααμσήσει τῆι ἑαυτῆς θυγατρὶ γῆς ἀρούρης 𐅵βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν φιλομητόρων σωτῆρων ἔτους η, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν καὶ θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ φιλοπάτορος νέου καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης εὐεργέτιδος, κανηφόρου Ἀρσινόης φιλαδέλφου, ἱερείας Ἀρσινόης φιλοπάτορος, τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεχεὶρ ια ἐν Κροκοδίλων πόλει τοῦ Παθυρίτου ἐπὶ Σώσου ἀγορανόμου, ὁμολογεῖ Σεβτῖτις Ἀρσιήσιος Περσίνη ὡς ἐτῶν ξ μέση μελίχρως μακροπρόσωπος εὐθύριν φακοὶ προσώπωι μέσωι, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ πρεσβυτέρου Φατρέους τοῦ Χεσθώτου Πέρσου ὡς ἐτῶν μ μέσου μελαγχρόου ὑποκλάστου μακροπροσώπου εὐθυρίνου ἀσήμου, καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι τῆι ἑαυτῆι θυγατρὶ Νααμσήσει Σπεμμίνιος Περσίνηι ὡς ἐτῶν με μέση μελίχρως πλατυπρόσωπος εὐθύριν οὐλὴ μετώπωι μετὰ κυρίου Εὐνόμου τοῦ Παστεᾶτος Πέρσου ὡς ἐτῶν λε μέσου μελιχρόου ὑποκλάστου μακροπροσώπου εὐθυρίνου οὐλὴ μετώπωι μέσωι ἀπὸ τῆς ὑπαρχούσης αὐτῆι γῆς ἠπείρου σιτοφόρου ἐν τῶι ἀπὸ βορρᾶ Ἀπο…α πεδίωι Παθύρεως ἀπὸ ἀρουρῶν ε 𐅵ἀρούρας ἥμισυ ,ὧν γείτονες πάντων νότου καὶ βορρᾶ γῆ Καλίβιος καὶ Κήθιος, ἀπηλιώτου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν· καὶ μὴ εἰσελεύσεσθαι μήτʼ αὐτὴν Σεβτῖτιν μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς ἐπὶ τὴν Ναασμῆσιν μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς, ὃς δʼ ἂν ἐπέλθηι ἡ τʼ ἔφοδος ἄκυρος ἔστωι, καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπιτίμου παραχρῆμα χαλκοῦ τάλαντα ι, καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου δραχμὰς σ, ἐφʼ ὧι οὐκ ἐξέσται αὐτῆι οἰκονομίαν ποιεῖσθαι κατὰ τοῦ 𐅵ἀρούρας· ἣν δʼ ἂν ποιήσηται ἄκυρον εἶναι, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῆι ἔστωι ποιεῖν κατὰ τὰ προγεγραμμένα. μάρτυρες τούτων Πακοῖβις Θοτορταίου, ἱερεὺς Σούχου θεοῦ μεγίστου καὶ Ἀφροδίτης, ὡς ἐτῶν μ μέσος μελάγχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἄσημος, καὶ Πατῆς Νεχούτου Πέρσης τῶν ἐκ Παθύρεως ὡς ἐτῶν λε μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι. ἔτους η Μεχεὶρ ια, τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν ἐφʼ ἣς Πατσεους θέμα δεκάτης ἐγκυκλίου Ναομσῆσις ὠνῆς …δραχμ Β …δραχμὰς ϛ…