Ancient Greek
Chrest.Mitt. 160
Documentary Papyri, Chrest.Mitt. 160
Not analysed yet
ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου ιϛ Μασορὴ ιϛ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδου τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Διόσκορος Κάστορος τοῦ Ἡρακλείδου ἀπὸ ἀμφόδου Χηνοβοσκιῶν πρώτων ὡς ἐτῶν λη οὐλὴ ὑπὲρ μῆλον ἀριστερὸν Στοτοήτει Ὥρου τοῦ Τεσενούφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν κ οὐλὴ μετώπῳ μέσῳ πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα τὸν ὑπάρχοντα αὐτῷ ὄνον ἄρρενα τέλειον λευκομυόχρουν τοῦτον τοιοῦτον ἀναπόρριφον χωρὶς πηροῦ καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Στοτοήτιος τὴν συμπεφωνημένην αὐτοῦ τιμὴν ἐκ πλήρους ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ὀκτὼ παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσι πάσῃ βεβαιώσει. Διόσκορος Κάστορος πέπρακα τῷ Στοτοήτει τὸν προκίμενον ὄνον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα ὀκτὼ καὶ βεβαιώσω καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκειμένου γραφείου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα.