Ancient Greek
Chrest.Mitt. 177
Documentary Papyri, Chrest.Mitt. 177
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …διὰ τῆς Διοξένου τοῦ καὶ Σαραπίωνος τραπέζης Στοᾶς μος …Σαταβοῦς Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου Σαταβοῦτι Ἁρμάχιος ἀπὸ τῆς αὐτῆς κώμης οὐλὴ ὀφρύι δεξιᾷ πεπρακέναι αὐτὸν τῷ Σαταβοῦτι ἀφʼ ὧν ἀπεγράψατο τῶι κ ἔτει καμήλων τριῶν πώλων δύο κάμηλον θήλειαν …ην ταύτην τοιαύτην ἀναπόρριφον ἣν καὶ παρέλαβε Σαταβοῦς καὶ ἀπογράψεται τῇ ἐσομένῃ τοῦ ἐνεστῶτος ἔτους ἀπογραφῇ καὶ ἀπέχει ὁ Σαταβοῦς τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας …καὶ βεβαιώσει πάσῃ βεβαιώσει