Ancient Greek
Chrest.Mitt. 185
Documentary Papyri, Chrest.Mitt. 185
Not analysed yet
ἔκλημψις ἐκ τῆς ἐν τῷ πρυτανείῳ χωρικῆς βιβλιοθήκης. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου τοῦ Εὐδαίμονος μητρὸς Ἀφροδισίας τῆς καὶ Τερεῦτος Λέοντος Ἑρμοπολεῖτις ἀναγραφομένη ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου ἀγράμματος μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἔσχηκα παρὰ τοῦ ἀδελφοῦ μου Ἀπολλωνίου τοῦ καὶ Εὐδαίμονος τῶν αὐτῶν γονέων χρηματίζοντος ὀνόματος τοῦ ἀφήλικος αὐτοῦ υἱοῦ Ἑρμοῦ μητρὸς τῆς δεῖνος τοῦ δεῖνος Εὐδαίμονος χρῆσιν ἀργυρίου κεφαλαίου τάλαντον ἕν, γίνεται ἀργυρίου τάλαντον α δεδανεισμένον ὀνόματος τοῦ ἀφήλικος τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας …ὃ καὶ ἀποδώσει αὐτῷ σὺν τοῖς ἐπισυναχθησομένοις τριωβολείοις τόκοις ψιλοῖς τ… ἑκάστης μνᾶς ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ τοῦ ἐνεστῶτος κϛ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ Κυρίου ἀνυπερθέτως τῆς πράξεως αὐτῷ οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης κυρίων μενόντων ὧν ἔχομεν ἐγώ τε καὶ ὁ ἀδελφός μου Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων ἄλλων γραμμάτων ὡς περιέχει. ἔτους κϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αυρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου Μεχεὶρ α. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου ἔσχον τὸ τοῦ ἀργυρίου τάλαντον καὶ ἀποδώσω σὺν τόκοις ὡς πρόκειται. Ἑρμεῖνος ὁ καὶ Ἀχιλλεὺς Ἀχιλλέως ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος. Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων ἐξωδίασα ὡς πρόκειται.