Ancient Greek
Chrest.Mitt. 217
Documentary Papyri, Chrest.Mitt. 217
Not analysed yet
……καὶ μ… νων ἀλλ… ἐν τῇ προκειμένῃ κώμῃ Ἀφροδειτοπόλει κοινὸν καὶ ἀδιαίρετον πρὸς ἐμὲ κατὰ τὸ λοιπὸν ἥμισυ μέρος τῶν προκειμένων τιμῆς ἀργυρίου δραχμῶν τετρακοσίων μὴ διακειμένων τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως τῷ ἐπισταλέντι ἐπὶ σφραγισμῶν χρηματισμῷ. τὴν δὲ παράθεσιν ποιοῦμαι μηδενὸς προκατεσχημένου δημοσίῳ ἢ ἰδιωτικῷ τινι λόγῳ διὰ τοῦ βιβλιοφυλακείου· εἰ δὲ φανείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον, μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως.