Ancient Greek
Chrest.Mitt. 240
Documentary Papyri, Chrest.Mitt. 240
Not analysed yet
…Ἡρακλείδου μερίδος παρὰ …αδος τη…οτ…παρα… ἀργυρίου κεφαλαίου δραχμῶν χιλίων τριακοσίων ……τῷ ἰδίῳ κινδύνῳ προστε…το ἀπὸ τοῦ κεφαλαίου ἀργυρίου δραχμὰς δισχιλίας ……προτέρων βιβλιοφυλάκων καὶ τῇ προθεσμίᾳ τὰς ὑπηλλαγμένας μοι πρὸς… περὶ κώμην Βούβαστον ……οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἐπʼ ἀμφόδου …επ… τὰς λοιπὰς δραχμὰς χοβ καὶ ὀμνύω τὴν Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην …σθαι μήτε ἔχειν τι εἰς τὰ πρασσόμενα, ἀπερίλυτον δὲ εἶναι τὴν ὀφειλὴν καὶ τὴν με… …Διοσκόρου ἐν…ηοδ… ὑπηρετῶν Ἡρακλείδου μερίδος ὑπέταξά σοι τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον ……ἐστι δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον. Σερήνῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Τρύφωνος Ἀπολλωνίου τοῦ Χαιρήμονος …οὗ παρεκόμισα ἐκ τοῦ καταλογίου ἐνεχυρασίας χρηματισμοῦ ἀντίγραφον ὑπόκειται καὶ ἀξιῶ τὸ ἴσον μεταδοθῆναι τῇ διὰ τοῦ χρηματισμοῦ σημαινομένῃ Σαραπιάδι ἵνʼ εἰδῇ. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι β. ὁ δεῖνα ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου χαίρειν. τῆς τετελειωμένης ἐνεχυρασίας ἀντίγραφον ὑπόκειται ἵνʼ εἰδῇς. ἔρρωσο. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν …ωνιος σεσημείωμαι Παχὼν ιζ. Ἀμμώνιος Διδύμου γραμματεὺς καταλογίου τὴν οἰκονομίαν ἔγραψα. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν …. ἀναγνωσθείσης ἐντεύξεως Τρύφωνος τοῦ Ἀπολλωνίου τω… …καὶ τοῦ λεγομένου διαπεστάλθαι Ἀρίου Ἀρ… ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρημαστισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ καὶ τῷ τοῦ αὐτοῦ νομοῦ ξενικῶν πράκτορι ἐὰν ὦσι γεγονυῖαι αἱ μ…υμεναι διαγραφαὶ καὶ ἂν παρὼν ὑπακούῃ ὁ Τρύφων Ἀπολλωνίου καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπενάντιον ᾠκονομῆσθαι, τὸ τηνικαῦτα μεταδοθῆναι …τῶν γραμμάτων τούτων ἀντίγραφον τῇ ἐνεχυραζομένῃ ἐνωπίῳ ἵνʼ εἰδῇ καὶ τελειωθῆναι …τοῖς προστεταγμένοις ἀκολούθως. Λουκίῳ Οὐαλερίῳ Πρόκλῳ Τρύφων Ἀπολλωνίου τοῦ Χαιρήμονος τ… …ὀφειλομένων μοι κατὰ διαγραφὰς δύο γεγονυίας α…μίαν διὰ τῆς ἐν Ἀρσινοείτῃ Σαραπάμμωνος τραπέζης …δραχμῶν …κοσίων δεκαδύο τόκων δραχμιαίων εἰς ἀπόδοσιν Φαῶφι τοῦ ἑξῆς ἔτους κατὰ ……ἑτέραν δὲ μηνὶ Ἁδριανῷ ἄλλων ἀργυρίου δραχμῶν ἑπτακοσίων εἴκοσι τεσσάρων τόκων δραχμιαίων τῆς μνᾶς …καὶ κυρωθείσης τῆς προτέρας ὀφειλῆς διὰ τῆς μεταγεναμένης καὶ μηδεμιᾶς ἀποδόσεως μήτε ἀντιρρήσεως γεναμένης ἀξιῶ …γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ καὶ τῷ τοῦ αὐτοῦ νομοῦ ξενικῶν πράκτορι ……ων ἤτοι ἐκ τῶν ὑπηλλαγμένων μοι πρὸς ἕκαστον δάνειον διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ……τος τῶν ὑπαρχόντων καὶ ἑτέρων ἀπαραποδίστως τοῖς προστεταγμένοις ἀκολούθως ……διαγραφὰς εὕρῃ οὔσας ἐν καταχωρισμῷ ἐπὶ τῶν τόπων. διαπέσταλμαι δὲ Ἄριον Ἀρ… …ὡς καθήκει. ἔτους ἑβδόμου Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Γερμανικίου ιζ σεσημείωμαι ……Σαραπιάδι ἐνωπίῳ. ἔτους …Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι η. Τρύφων Ἀπολλωνίου ἐπιδέδωκα …οντων πρὸς τῆς ἐπὶ τὰς διαγραφὰς …ου δραχμὰς δισχιλίας ἑξακοσίας εἴκοσι ……Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι ια …τῆς βιβλιοθήκης ἐπὶ τ…