Ancient Greek
247.23 to 247.29
Documentary Papyri, Chrest.Mitt. 247.23-29
Not analysed yet
ἐμβαδεύσοντά με εἰς τὰς ὑποτεθειμένας ὡς πρόκειται ἀρούρας καὶ κρατήσοντα αὐτῶν κυρίως καὶ ἀποισόμενον τὰ ἐξ αὐτῶν περιεσόμενα πάντα ἔτι δὲ καὶ οἰκονομήσοντα περὶ αὐτῶν ὡς ἐὰν αἱρῶμαι μηδενὸς αὐτῇ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς περὶ τούτων καταλειπομένου λόγου ἀλλὰ καὶ ἐξακολουθεῖν αὐτῇ τὴν βεβαίωσιν ἀκολούθως ταῖς διὰ τῶν συνγραφῶν δηλωθείσαις διαστολαῖς πρὸς δὲ τὰ διὰ τῆς διαγραφῆς ὀφειλόμενα τὴν πρᾶξίν με ποιησόμενον ἐξ ὧν ἐὰν ἄλλων εὑρίσκω τῆς Διδύμης ὑπαρχόντων τῶν δὲ ἄλλων τῶν κατʼ ἐμαυτὸν καὶ τὸν προγεγραμμένον μου υἱὸν δικαίων πάντων κατὰ πάντα τρόπον ἀντέχομαι καὶ ἀνθέξομαι ἐν οὐδενὶ ἐλαττούμενος, πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι …