Ancient Greek
Chrest.Mitt. 276
Documentary Papyri, Chrest.Mitt. 276
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυίου Οὐαλερίου Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ Ἐπιφανεστάτου Καίσαρος. Αὐρηλίῳ Ἑρμείᾳ τῷ καὶ Σιλουανῷ Ὀλυμπίου βουλευτῇ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίων Ἁλῆτος Ὡρίωνος μητρὸς Ἰσιδώρας καὶ Πινουτίωνος Πιεῦτος μητρὸς Σοφίας καὶ …ος Ἀμμωνίου μητρὸς Τανύριος καὶ Ἀμώνιος Πιεῦτος διʼ ἡμῶν τῶν παρόντων Ἁλῆτος καὶ Πινουτίωνος τῶν πάντων ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης. βουλόμεθα ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνην θ ἰνδικτίωνα τὰς ὑπαρχούσας σοι περὶ Θύνιν ἐκ τοῦ Ἀσκληπιάδου κλήρου ἀρούρας πέντε εἰς σπορὰν πυροῦ, φόρου ἑκάστης ἀρούρης τῆς ἐν σπόρῳ ἐκ γεωμετρίας φανησομένης πυροῦ ἀρταβῶν τεσσάρων, τὸν δὲ συναγόμενον φόρον ἀποδώσομεν καὶ μετρήσομεν ἐξ ἀλληλεγγύης ἢ ἐξ οὗ ἐὰν αἱρῇ ἡμῶν εἰς ἔκτισιν τῶν αὐτῶν ἀρταβῶν τεσσάρων πυρὸν νέον κεκαθαρμένον ἄδολον ἄβολον κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλώνων μητροπόλεως τῶν δημοσίων πάντων καὶ ἐπιμερισμῶν παντοίων καὶ ἐπιβολῶν καὶ ἀννωνῶν ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Φαῶφι κη. Αὐρήλιος Ἑρμείας ὁ καὶ Σιλβανὸς μεμίσθωκα ὡς πρόκειται.