Ancient Greek
Chrest.Mitt. 30
Documentary Papyri, Chrest.Mitt. 30
Not analysed yet
Ἀργαῖος Ἀφθονήτωι. τῆς γεγενημένης ὑπογραφῆς ὑπὸ τῶν τὰ προσπίπτοντα κρινάντων χρηματιστῶν ὑποτεθείκαμέν σοι τὸ ἀντίγραφον. ἔτους ιθ Ὑπερβερεταίου κε …διὰ Ζωίλου τοῦ Ἡφαιστίωνος. παρʼ Ἀλκιδήμου …καὶ …καὶ Ἀρτεμιδώρου τῶν τὰ προσπίπτοντα χρηματισάντων . καταστάντος Ἀπολλωνίου τοῦ Σωκλέους καλ… γρα…αμε… εν…οκος …ἱερέως …ἐν φυλακῆι …γενέσθαι, οὐ δεδυνῆσθαι παραγενηθεὶς ἐν ταῖς κατὰ τὸ διάγραμμα ἡμέραις ἀποδοῦναι τὸ παρὰ τοῦ τῶν τόπων πράκτορος …μα Ἀριστίππωι καὶ τοῖς πράκτορσι …τως δὲ δυνατὸν Ἀμμώνιον παραγεγενῆσθαι, ἀξιοῦντός τε γραφῆναι Ἀφθονητωι ὅπως παραγγείληι τῶι Ἀμμωνίωι παραγενέσθαι καὶ ἐπενεχθέντος αὐτῶι τοῦ ἀποσφραγίσματος διεγγυ…εν τοῦτον …θως …καὶ χειρογραφη…ν ὅρκον περὶ τοῦ παντος …ἐπὶ τὴν δίκην περι…αφηι, καὶ τοῦ Ἀπολλωνίου συνχωροῦντος, ἐὰν παραγενομένου τοῦ Ἀμμωνίου προσδεχθῆι παρʼ αὐτοῦ τ ἀποσφράγισμα τῆς δίκης …δίκην τ…τωι, καὶ ἐὰν μὴ παραγενομένου προσδεχθῆι παρʼ αὐτοῦ τὸ ἀποσφράγισμα ε…ωι γ… γραψ… Ἀφθονήτωι συντάξαι τοῖς παρʼ αὐτοῦ …Ἀμμώνιον ἐν… …τ…ωσι συντα…μα… στας παρʼ Ἀπολλωνίου ἀντίγραφον τῆς ἀπεσταλμένης ἐντεύξεως εἰς τοὺς τὰ προσπίπτοντα κρίνοντας χρηματιστὰς δοῦναι αὐτῶι καὶ παραιτεῖσθαι καταπλεῖν εἰς Ἀλεξάνδρειαν ἐν ταῖς κατὰ τὸ διάγραμμα ἡμέραις ἔχοντα καὶ τὰ πρὸς τὴν κατάστασιν δικαιώματα καὶ ἐὰν μὴ παραγένηται, δοθήσεται τῶι Ἀπολλωνίωι τὸ ἀξίωμα· ἐὰν δὲ παραγενομένου αὐτοῦ Ἀπολλώνιος μὴ λάβηι τὸ ἀξίωμα, ἀποτείσει αὐτῶι τὰ γενόμενα εἰς τὸν κατάπλουν ἀνηλώματα καὶ περὶ τούτων ὃν ἂν τρόπον οἰκονομηθῆι ἀντιγράψει πρὸς αὐτὸν. ἔτους ιθ Ὑπερβερεταίου κε διὰ Ζωίλου τοῦ Ἡφαιστίωνος εἰσαγωγέως.