Ancient Greek
Chrest.Mitt. 309
Documentary Papyri, Chrest.Mitt. 309
Not analysed yet
Αὐρηλίῳ Ῥήσῳ στρατηγῷ Ἡρακλεοπολείτου παρὰ Ἀντωνίας Νεμεσίλλης θυγατρὸς Κρονίωνος οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων γεούχου γῆς ἐν κώμῃ Φεβείχι τοῦ Κωίτου χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ. ἐπεὶ ὁ ἀνήρ μου Σερῆνος στρατιώτης ὢν ἀπιὼν εἰς τὴν ἰδίαν οὐεξιλλατίονα εἰς Θηβαίδα παρέθετό μοι διαθήκην αὐτοῦ ἐσφραγισμώνην, τοῦτον δὲ νῦν ἔμαθον τετελευτηκέναι, ἀναγκαίως ταύτην ἐπιφέρουσα ἀξιῶ λυθῆναι ἐπὶ σοῦ κατὰ τὸ ἔθος πρὸς τὸ δύνασθαι γνῶναι τὸ ἐνγεγραμμένον βούλημα. ἔτους β Αὐτοκρατόρων Καισάρων. …