Ancient Greek
55.r.1 to 55.r.18
Documentary Papyri, Chrest.Mitt. 55.r.1-18
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων τὸ β. Αὐρήλιος Ἀθηνόδωρος δημόσιος ἰατρὸς ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης τὸν λόγον ποιούμενος ὑπὲρ Σαραπιαίνης Παξάμου …β…ης… καὶ μητροπολίτιδος κατʼ ἐντολὴν τὴν καὶ ἀναλημφθεῖσαν τοῖς ἡγεμονικοῖς ὑπομνήμασι Φλαυίοις Ἡρακλέωνι βενεφικιαρίῳ καὶ ισιδω… καὶ Κύρᾳ κληρονόμοις Νεμεσίλλης ἀπὸ τῆς αὐτῆς πόλεως ἀντιδίκοις χαίρειν. συγχωρηθεὶς ἐγὼ ὁ Ἀθηνόδωρος παρήγγειλα μὲν ὑμῖν καὶ πολλάκις, περιφεύγοντες δὲ τὴν εὐθεῖαν, παρευρέσεσιν ἐχρήσασθε, ἀλλὰ καὶ νῦν ἄναρχός μοι γέγονεν ἡ δίκη, τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Ἡρακλείου ἀποφηναμένου γείνεσθαι …μόνωσιν τῆς ἀνανεώσεως, ἧς ἔσχον, ἅπαξ ἐκπεισὼν τῶν χρόνων. διόπερ καὶ νῦν, τὴν αὐθεντίαν λαβών, παραγγέλλω κατʼ ἀπόφασιν οὕτως ἔχουσαν· Φλάυιος Ἡράκλειος ὁ λαμπρότατος ἡγεμὼν εἶπεν· ἀνάρχου τῆς δίκης ὀφθείσης ἐξ αὐθεντίας τοῦ δικαστηρίου παραγγελεῖς. δηλῶ δὲ καὶ τὴν ἀνανέωσιν ἔχουσαν οὕτως· Strategius vir perfectissimus Comes Praeses Thebaidis dixit reparabuntur tempora si semel negotium istud evolutum est. ἑρμηνεία · μετὰ τὰ ῥωμαϊκά· Φλάυιος Στρατήγιος ὁ διασημότατος κόμες καὶ ἡγεμὼν εἶπεν· ἀνανεωθήσονται οἱ χρόνοι εἰ ἅπαξ ἡ δίκη ἐξέπεσεν. Πάξαμος γὰρ Σαραπιαίνης καὶ Διονυσίας καὶ Ἡλιοδώρας καὶ Θεονίνης καὶ Νεμεσίλλης γέγονεν πατήρ, ἔθετο δὲ βούλησιν ἔγγραφον, Νεμεσίλλαν καὶ Διονυσίαν ἀρκεσθῆναι ταῖς προιξὶ βουλόμενος, τὰς δὲ λοιπὰς θυγατέρας τρεῖς τὸν ὑπόλοιπον ἔχειν κλῆρον. ἐπειδὴ δὲ Νεμεσίλλα καὶ Διονυσία πρεσβύτεραι οὖσαι τὴν ἡλικίαν κατασχεῖν ἐδυνήθησαν τὰ πράγματα, ἐδικασάμην· καὶ Διονυσίας μὲν οἱ κληρονόμοι διελύσαντο πρός με, ὑμεῖς δὲ καὶ Σωκράτιον, οἱ Νεμεσίλλης παῖδες ἐ…ς ὑπερθέσεσι χρώμενοι, τὴν ἀπόδοσιν οὐδέπω πεποίησθε. διὰ τοῦτο καὶ πολλάκις μὲν εἰσῆξα τὴν δίκην καὶ πρώην κατὰ κυρίαν, ὑμῶν δὲ πάλιν ὑπερθέσεσι χρησαμένων ἄναρχος ἀπεφάνθη ἡ δίκη. διόπερ παραγγέλλω ὑμῖν περὶ τῶν ὑποτεταγμένων πραγμάτων τὸ τρίτον ἐκδικῶν μέρος ἐξ ἀδιαιρέτου πρὸς τὸ ὑμᾶς εἰς τὸ οἰκεῖον ἀποκρίνασθαι μέρος κατὰ τὴν θείαν διάταξιν· φθάνω γὰρ διδάξας τὸ μεγαλεῖον τοῦ κυρίου μου τοῦ ἄρχοντος ὅτι …με… ηὕρηται ἐπὶ τῆς Ἀλεξανδρέων εἶναι Σωκράτιον. δηλῶν τίτλον μὲν ἐπὶ τὸ τρίτον ἀπὸ βουλήσεως ἐγγράφου πατρῴας, ἀγωγὴν δὲ τὴν ἔξτρα ὄρδινεμ κογνιτιόνεμ,, ἀξιῶ ἐκδοθῆναί μοι τὴν συνήθη ὑποσημίωσιν καὶ κατὰ κυρίαν πραχθῆναι τὴν δίκην. ἔστι δὲ καὶ τὸ πρᾶγμα …μετὰ τὰ ῥωμαικά·