Ancient Greek
Chrest.Mitt. 57
Documentary Papyri, Chrest.Mitt. 57
Not analysed yet
Γαίωι Οὐιτρασίωι Πωλλίωνι παρὰ Οὐερσενούφιος τοῦ Μανρρήους τῶν ἀπὸ κώμης Βακχιάδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ βασιλικοῦ γεωργοῦ. τῷ δ ἔτει Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ τελευτήσαντος τοῦ προγεγραμμένου μου πατρὸς κατέλειψεν κατὰ διαθήκην τὰ ὑπάρχοντα αὐτοῦ ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου Ὀρσενούφι καὶ Σισοΐτι καὶ Πετοβάστι καὶ Μαρρῆτι καὶ τὰ ἐν τῆι οἰκίᾳ αὐτοῦ σκεύη τε καὶ ἕτερα τῇ μητρὶ ἡμῶν Ταοννώφρι ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον. ἐν δὲ τῷ μεταξὺ καὶ τῆς μητρὸς ἡμῶν τελευτησάσης καὶ ἡμῶν ὀφειλόντων παραλαβεῖν τὰ ταύτης ὑπάρχοντα ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ ἡ δὲ πρεσβυτερωτέρα ἡμῶν ἀδελφή, φερνισθεῖσα ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔτι ἀπὸ τοῦ λε ἔτους Καίσαρος θεοῦ καὶ μηδενὸς αὐτῇ ἐπιβάλλοντος τῶν πατρικῶν καὶ μητρικῶν ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ ἐτόλμησεν σὺν τῷ ἀνδρὶ αὐτῆς Πτολεμαίῳ Ὡρίωνος ἐξᾶραι τὰ πατρικὰ ἡμῶν ἔπιπλα καὶ σκεύη τὰ καταλελειμμένα ὑπὸ τοῦ πατρὸς ἡμῶν τῇ μητρὶ καὶ ἡμῖν ἐπιβαλλόντων εἰς λόγον ἀργυρίου δραχμῶν Αφ. διὸ ἀξιῶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην, ἐὰν φαίνηται, διαλαβεῖν ὅπως τύχω τῶν δικαίων, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.