Ancient Greek
Chrest.Mitt. 78
Documentary Papyri, Chrest.Mitt. 78
Not analysed yet
Φλαυίωι Αἰλίωι Γεσσίωι τῶι λαμπροτάτῳ ἡγεμόνι Αὐρήλιος Κλέοβουλος πολιτευόμενος Ἱβιτῶν πόλεως χαίρειν. πρόσταγμα ἐκομισάμην τῆς σῆς λαμπρότητος, κύριε, διὰ Ἰσιδώρου βενεφικιαρίου τῆς σῆς τοῦ ἐμοῦ κυρίου τάξεως τὸ κελεῦόν μοι ἐπὶ πέρας ἀγαγεῖν τὰ προστεταγμένα ὑπὸ τοῦ κυρίου μου τοῦ προηγησαμένου Περγαμίου ἕνεκεν χρέους τῆς λαμπροτάτης οἰκίας Ἀνδρομάχου, καὶ ἐν στέρνοις ἔχων τὸν φόβον τοῦ δικαστηρίου ἀνέδραμον εἰς τὴν ἔσω Ὀᾶσιν ἀπεστηκυῖαν τῆς ἐμῆς πολιτείας ἐπὶ τέσσαρας ὅλας νυχθημέρους διʼ ἀνύδρων ὀρῶν καὶ ὅσον ἐπεκείμην αὐτοῖς ἐνοχλῶν τὸ ἱκανὸν τῷ προστάγματι ἀποπληρῶσαι ἐντα… Ἰσίδωρος ὁ βενεφικιάριος …νετε…α ὥστε ἢ αὐτοὺς παραπέμψαι ἢ τοὺς ἐντολικαρίους τοὺς δυναμένους ἀποκρίνασθαι ὑπὲρ αὐτῶν ἐν τῷ δικαστηρίῳ πρὸς τὰ ἐπενεχθησόμενα αὐτοῖς καὶ παραυτὰ παραδοὺς Ἰσιδώρῳ τοὺς ἐντολικαρίους τῶν αὐτῶν ἔγραψά σοι πρὸς τὸ μηδὲν λαθεῖν σοῦ τὴν ἐπάγρυπνον κηδεμονίαν, δέσποτα.