Ancient Greek
Chrest.Mitt. 82
Documentary Papyri, Chrest.Mitt. 82
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμοῦ ἔτους ζ θεοῦ Τραιανοῦ Παῦνι· Ἀκύλος ὁ κατασταθεὶς κριτὴς μεσίτης Ἀπολλωνίου Ἡρακλείου πρὸς Διονύσιον Ἀπολλωνίου· ἐξ ὧν ἤκουσα, ἀπεφηνάμην, ἀρούρας ια ἀγορασθῆναι παρὰ Κλαυδίας Εὐδαιμονίδος καὶ ἀρούρας ια ἀγορασθῆναι παρὰ Δημητρίου καὶ ἀρούρας κδ παρὰ Ἑρμαίου καὶ ἀρούρας δ παρὰ Ἡρωδίωνος καὶ Σωτηρείχου καὶ Θέωνος καὶ ἀρούρας ιδ 𐅵παρὰ Κλαυδίας Εὐδαιμονίδος καὶ ἀρούρας ια παρὰ τῆς αὐτῆς καὶ ἀρούρας ιγ 𐅵παρὰ Δημητρίας καὶ ἀρούρας α η ιϛ παρὰ Μενελάου καὶ ἀρούρας ια 𐅵παρὰ Ὠριγένους· ἃς ὠνησάμενος Ἀπολλώνιος, Διονυσίου μὲν πατὴρ πάππος δὲ Ἀπολλωνίου, ἐποίησεν τὰς ὠνὰς ἐπὶ τῷ Διονυσίου τοῦ υἱοῦ ὀνόματι, μετὰ τὸν τῆς συμφωνίας χρόνον τῆς γενομένης μεταξὺ αὐτοῦ καὶ Ἰσιδώρας τῆς καὶ Τατρείφιος πρὸς Λαοδίκην τὴν Ἀπολλωνίου τῷ ζ ἔτει Δομιτιανοῦ· φαίνονται εἶναι κοιναὶ Διονυσίου τοῦ Ἀπολλωνίου καὶ Ἀπολλωνίου τοῦ Ἡρακλείου· ὁμοίως δὲ τὰ σώματα Ἁρμᾶτυς Ὀρτυγᾶς Ὡρίσας Εὐήμερος Ἡρακλᾶς Ἑρμαῖος, ἀγορασθέντα τὸν αὐτὸν τρόπον, κοινὰ εἶναι αὐτῶν φαίνεται· ὁμοίως τάλαντον τὸ δανεισθὲν ἐκ τῶν Ἀπολλωνίου τοῦ πάππου, χρησθὲν εἰς τὸ Διονυσίου ὄνομα χρεωστῇ Ἑρμαίῳ νεωτέρῳ, φαίνεται τῶν αὐτῶν κοινὸν εἶναι· περὶ μὲν γὰρ τῶν τῆς μητρῴας οὐσίας προσόδων τῆς κατελθούσης εἰς Ἀπολλώνιον Ἡρακλείου οὐδὲν ἠδυνήθην στῆσαι διὰ τὸ ἀμφοτέροις τοῖς μέρεσι ὁμολογεῖσθαι μὴ εἶναι ἐνθάδε τοὺς περὶ αὐτῶν λόγους. Φῖβις Κάστορος ἐπιδέδωκα καὶ διώμοσα τὸν ὅρκον κατὰ τὸν νόμον. Ἀπύγχεως ἔγραψα ὑπὲρ αὐτοῦ βραδέως γράφοντος Φῖβις Κάστορος ἠξίωσα αὐτόν