Ancient Greek
91.1.1 to 91.1.46
Documentary Papyri, Chrest.Mitt. 91.1.1-46
Not analysed yet
…το… …Πόστουμος …κρει …ος μου…τη …εἶπεν· ο…νοις …πε …Νικ…ων μ πε …ἐνθάδε συ παρεῖ; Σμάραγδος εἶπεν· κατῆλθον, ἵνα …οἱ κληρονόμοι τὰ οὐικήσιμα τελῶσιν ἢ ἵνʼ ἐγὼ ὑπὲρ ἐμαυτοῦ καὶ τῶν τέκνων μου δῶ. Πόστουμος εἶπεν· πρὸ δώδεκα ἐτῶν τῶν ταβελλῶν γενομένων νῦν ἐμνήσθης περὶ εἰκοστῆς; δύνασαι οὖν, λαβὼν βενεφικιάριον, ἀναζητήσας ἀγαγεῖν τὸν Εὐτυχᾶν καὶ κομίσαι τὰς ταβέλλας. Σμάραγδος εἶπεν· ζητήσω αὐτόν. μεθʼ ὀλίγον ἐπελθόντος τοῦ Σμαράγδου καὶ κομίσαντος ταβέλλας τρεῖς καὶ εἰπόντος τὸν Εὐτυχᾶν μὴ εὑρηκέναι, Πόστουμος εἶπεν· πόθεν οὖν τὰς ταβέλλας ἔλαβες· Σμάραγδος εἶπεν· τὸ παιδίον τὸ παραφυλάσσον χ αὐτοῦ τὴν ξενίαν αἰτήσας ἔλαβον αὐτάς. Πόστουμος εἶπεν· ἐπηνέχθησαν ταβέλλαι δύο ἐλευθερώσεων τοῦ αὐτοῦ ὀνόματος διαφόροις χρόνοις, καὶ διστάζω, εἰ τῇ τοῦ τετελευτηκότος χειρὶ ἐγράφη. πῶς γὰρ δύναται δὶς τὸν αὐτὸν ἠλευθερωκέναι; διὰ τοῦτο οὖν καὶ περὶ τῶν ἄλλων ταβελλῶν πασῶν ὑποπτεύω καὶ πολλά με κινεῖ πιστοῦν ὅτι πρὸ πολλῶν ἐτῶν γραφεισῶν εἰκοστὴ οὐκ ἐδόθη καὶ ὅτι μεθʼ ἱκανὰ ἔτη ἀπογραφόμενος ἐκεῖνος ἐπικρίσεως γεινομένης δούλους αὐτοὺς ἀπεγράψατο· ἀλλὰ καὶ αὐτοὶ ὁμολογοῦσι μηδέποτε ἐγνωκέναι αὑτοὺς ἐλευθέρους γενομένους καὶ ὅτι ὁ Γεμέλλος ἐδολοφονήθη καὶ μετὰ τὸν θάνατον αὐτοῦ αἱ ταβέλλαι ὡς κατὰ χάριν τοῖς δούλοις ἐδόθησαν. καὶ ἐκέλευσεν τὸν δηλούμενον γεγραφέναι τὰς ταβέλλας νομικὸν Ἰούλιον τὸν καὶ Σαραπίωνα προσαχθῆναι. Διογένης προσοδοποιὸς εἶπεν· ἐὰν ἐξετάσῃς, εὑρήσεις διὰ τῆς γενομένης ἐπικρίσεως …δούλους ἀπογραφέντας ……μεταγενομένων τῶν …ταβελλῶν. Κασιανὸς εἶπεν· …ο…ης …τη… μόνος ὅλον σοι τὸ πρᾶγμα ἐπὶδείξω. ἡ γὰρ τ… μὴ ἐπενεχθῇ ……Πτολεμαϊδος ὡς γενομένης γυναικὸς τοῦ στρατιώτου ……η. ἐπεὶ γὰρ ἔγνωσάν τινας δούλους ἐλευθερῶσθαι ἔτι δὲ καὶ σύντροφος ὢν ὁ Σμάραγδος συνέπραττεν αὐτοῖ ……ὑφελόμενοι αὐτῶν τὰς …ταβέλλας τῆς ἐλευθερώσεως καὶ ἑτέραν ταβέλλαν μετὰ τὴν τοῦ ἐλευθερωθέντος τελευτὴν καὶ ἐξαλείψαντες ἐκ τῶν τούτου ταβελλῶν τὸ ὄνομα ……ἤλλαξαν τὸ τοῦ Εὐκαίρου, ὅπως ἐὰν ἐπενέγκῃ ὁ Εὔκαιρος ἐκπεπλασμένης αὐτῆς ἐπικρινηται τῆς αὐτοῦ ταβέλλης …τω… οὔσης. καὶ ἱμάτια δὲ ἑλεῖν ἐπέδειξα τοῦ τετελευτηκότος ἠμφιεσμένην τὴν Πτολεμαΐδα καὶ τὴν μητέρα καὶ τὸν ἀδελφὸν αὐτῆς, καὶ ἀξιῶ, ἐπειδὴ πλείονα ἐκ τῶν τοῦ τετελευτηκότος ὑφείλαντο, ἀντὶ τούτων ἀναιρεθῆναι τὰ ἀνδράποδα· καὶ γὰρ Εὐπορᾶς δοῦλος αὐτῆς ἐκ τῆς οἰκίας μετήνεγκεν τὰ ἀργυρώματα δοθέντα αὐτῷ ὑπὸ τῆς Πτολεμαΐδος. Πτολεμαῒς εἶπεν· γραφή ἐστιν τῶν ἀργυρωμάτων, τὰ δὲ ἱμάτια ἐμά ἐστιν· ὁ γὰρ τετελευτηκὼς ἐπίτροπός