Ancient Greek
91.2.31 to 91.3.15
Documentary Papyri, Chrest.Mitt. 91.2.31-91.3.15
Not analysed yet
πολλοῖς ἔτεσι …ωπ…μοι ἦν καὶ ἔγραψα αὐτῷ καὶ ταβέλλας ἐλευθερώσεων καὶ διπλώματα γάμων καὶ ἔχω αὐτῶν ἀντίγραφα. Πόστουμος ἐκέλευσε κομισθῆναι τὰς ταβέλλας τὰς κειμένας παρὰ Γεμέλλῳ βιβλιοφύλακι, καὶ ἐπεὶ ἔδωκε αὐτῷ τὴν μίαν ,ἐπύθετο, εἰ γνώριμα αὐτοῦ τὰ γράμματα· καὶ συνκαταθεμένου Πόστουμος εἶπεν· πῶς οὖν τοῦ Εὐκαίρου δύο ταβέλλαι ἐλευθερίας εὑρίσκονται; Ἰούλιος ὁ καὶ Σαραπίων εἶπεν· διπλαῖ ἔσθʼ ὅτε γράφεσθαι εἰώθασι. Πόστουμος εἶπεν· εἰ, ὡς λέγεις, διπλαῖ ἐγράφησαν, πῶς οὔτε ὁ αὐτὸς χρόνος ἐν αὐταῖς πρόσκειται, ἀλλʼ οὐδὲ οἱ αὐτοὶ σφραγισταί; Κασιανὸς εἶπεν· ὡς προεῖπόν σοι, ἡ Πτολεμαΐς, ὑφελομένη τὴν ταῖς ἀληθείαις τοῦ Εὐκαίρου ταβέλλαν τῇ Αὔξωνος τοῦ τετελευτηκότος ἐνέγραψεν τὸ τούτου ὄνομα, ἐν ᾗ πλαστογραφίᾳ περιμένον ἐστὶν τὸ ὄνομα νῦν περὶ ὅλην τὴν ταβέλλαν. Σερῆνος εἶπεν· ὁ Εὔκαιρος ἐρεῖ, τίς αὐτῷ τὴν ταβέλλαν ἔδωκεν. Πόστουμος Εὐκαίρῳ εἶπεν· ἥξει Ἅρπαλος καὶ ἐξετασθήσεται περὶ τούτου ἀκριβέστερον, καὶ Σεμπρωνιανῷ εἶπεν· ὀφείλεις ἤδη ἐξελθεῖν εἰς Αἴγυπτον, ἵνα ἐξετάσῃς περὶ πάντων τῶν τοῦ τετελευτηκότος. Σεμπρωνιανὸς εἶπεν· ἡ Πτολεμαῒς μετὰ τὸν θάνατον πάντα …λιο…ιαν…ος… τω…κελευσας αὐτ …ηνα… ἀναγκαίως …καὶ τὸ παιδίον κληρονόμον ποιήσασθαι …ων πεφηνε …. Πτολεμαῒς εἶπεν· κατὰ τὴν διαθήκην ὁ Σεμπρώνιος Γεμέλλος δέδωκεν αὐτῷ τινὰ εἰς διατροφὰς καὶ ἱματισμόν. Πόστουμος Πτολεμαΐδι εἶπεν· δώσεις ἀντίγραφον τῶν ἐν τῇ διαθήκῃ ἐγγεγραμμένων. προσῆκον δʼ ἐστιν καὶ τῶν ἄλλων τῶν ἐνθάδε ὄντων τοῦ Γεμέλλου γραφὴν γενέσθαι παρόντων ὑμῶν. καὶ ἐκέλευσεν Σμάραγδον καὶ Εὔκαιρον εἰς τὴν τήρησιν παραδοθῆναι, τὸν δὲ νομικὸν Ἰούλιον τὸν καὶ Σαραπίωνα ἱκανὸν παρασχεῖν, τὰς δὲ ταβέλλας ἀριθμῷ πέντε οὔσας κατασημηνάμενος καὶ ποιήσας καὶ τὴν Πτολεμαΐδα σφραγίσαι ἔδωκεν Γεμέλλῳ βιβλιοφύλακι. ἐξῆλθεν Ἀγαθοκλῆς ὑπηρέτης. ὁμοίως τοῦ αὐτοῦ Ποστούμου τοῦ αὐτοῦ ἔτους Ἁθὺρ ε. Λονγῖνος Σεμπρωνιανὸς ἐπίτροπος Σεμπρωνίου Γεμέλλου ἀφήλικος προσελθὼν εἶπεν· ἐν τῇ ἐπιστολῇ, ᾗ ἔγραψας τῷ στρατηγῷ τοῦ Ἀρσινοείτου περὶ τῶν ὀνομασθέντων ὑπὸ τῶν δούλων, οὐ προσεγράφη Σεμπρώνιος Αἰσχίνης ὀνομασθεὶς ὡς πρόβατα ἐκείνου ἀποσπάσας. περὶ καὶ αὐτοῦ ἀξιῶ γραφῆναι, ἵνʼ ἐκπεμφθῇ.