Ancient Greek
1.3.13 to 1.4.25
Documentary Papyri, Chrest.Wilck. 1.3.13-1.4.25
Not analysed yet
τεταγμένοι …κατὰ τὴν πόλιν καὶ τὴν ἄκραν …φρουρᾶς ἐάσαντες …ἦσαν γὰρ θαυμαστοὶ …νται μετὰ ταῦτα εἰς Ἀντιόχειαν …τοιαύτην τὴν παρασκευὴν καὶ τῶν …εὕρομεν ὥστε καταπλήττεσθαι ἡμᾶς. …ἀπήντησαν γὰρ ἡμῖν ἐκτὸς τῆς πύλης οἱ …σατράπαι καὶ οἱ ἄλλοι ἡγεμόνες καὶ οἱ στρατιῶται καὶ οἱ ἱερεῖς καὶ αἱ συναρχίαι καὶ πάντες οἱ ἀπὸ τοῦ γυμνασίου νεανίσκοι καὶ ἄλλος ὄχλος …ἐστεφανωμένος καὶ τὰ ἱερὰ πάντα εἰς τὴν πρὸ τῆς πύλης ὁδὸν ἐξήνεγκαν, καὶ οἱ μὲν ἐδεξιοῦντο οἱ δὲ …ἡμᾶς μετὰ κρότου καὶ κραυγῆς ……παρʼ ἑκάστην οἰκίαν ……ους ποιούμενοι διετέλεσαν ……πολλῶν ἡμῖν ὄντων τῶν …οὐθενὶ οὕτως ἡδόμεθα ὡς ἐπὶ τῆι τούτων ἐκτενείαι, ἐπεὶ δʼ οὖν α… π… παρασταθέντα θύματα παρα τετ…ημε… καὶ τῶν ἰδιωτῶν κατεσπείσαμεν, ἤδη ἡλίου περὶ καταφορὰν ὄντος εἰσέλθομεν εὐθέως πρὸς τὴν ἀδελφὴν καὶ μετὰ ταῦτα πρὸς τῶι πράσσειν τι τῶν χρησίμων ἐγινόμεθα, τοῖς τε ἡγεμόσιν καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὴν χώραν χρηματίζοντες καὶ περὶ τῶν ὅλων βουλευόμενοι. πρὸς τούτοις δὲ ἡμέρας τινὰς