Ancient Greek
Chrest.Wilck. 11 b
Documentary Papyri, Chrest.Wilck. 11b
Not analysed yet
Ἀμφικλεῖ συγγενεῖ καὶ ὑπομνηματογράφωι παρὰ τῶν ἐν Κροκοδείλων πόλει τῆς Θηβαίδος ἱερέων τοῦ Σούχου καὶ τῶν ἄλλων ὑπάρχοντος ἐν τῇ σημαινομένῃ πόλει βασιλικοῦ χώματος, ἐπιβαλόντες δὲ ἐν τῶι μη ἔτει Θῶυθ γ οἱ ἐξ Ἑρμώνθεως ἐν ὅπλοις καὶ τοὺς παρʼ ἡμῶν πρὸς τῆι τηρήσει ὄντας ἐφόνευσαν διακόψαντες τὸ χῶμα διασφαγὰς κδ, ὥστε ἂν διὰ ταύτην τὴν αἰτίαν ἀσπορῆσαι τὴν γῆν καὶ διάφορα οὐκ ὀλίγα τῶι βασιλεῖ καὶ τῶι ἱερῶι ἀναφέρεσθαι. οὐδὲν δʼ ἧσσον καὶ εἰς τὴν πόλιν ἐπιβαλόντες μετὰ τῶν ἱκανῶν καὶ ἱππέων περιεκάθισαν ἡμῶν τὸ φρούριον, τινῶν δὲ παρʼ ἡμῶν ἐκπηδησάντων …ες εἰς τὸ μθ ἔτος ……λουμένων τὰ τοιαῦτα διαπεπραχότες ……τυχόντες τῆς παρὰ σοῦ ἀντιλήψεως …εὐτύχει