Ancient Greek
Chrest.Wilck. 124
Documentary Papyri, Chrest.Wilck. 124
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις κώμης Ἀλεξάνδρου Νήσου παρὰ Αὐρηλίου Διογένους Σαταβοῦτος ἀπὸ κώμης Ἀλεξάνδρου Νήσου ὡς ἐτῶν οβ οὐλὴ ὀφρύι δεξιᾷ. καὶ ἀεὶ θύων τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παροῦσιν ὑμῖν κατὰ τὰ προστεταταγμένα ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιος Διογένης ἐπιδέδωκα Αὐρήλιος Σύρος εἶδόν σε θύοντα ἅμα υἱῷ ……ωνος …ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κοίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ β.