Ancient Greek
Chrest.Wilck. 130
Documentary Papyri, Chrest.Wilck. 130
Not analysed yet
τῷ ἀγαπητῷ μου καὶ θεοσεβεστάτῳ πατρὶ Ἰωάνῃ Ἰωάνης διάκονος ἐν κυρίῳ πλεῖστα χαίρειν. καθὼς γέγραπται ἐν τῇ γραφῇ ὅτι μακάριοί εἰσιν οἱ ἔχοντες σπέρμα ἐν Σιών, τὰ νῦν ἡμεῖς ἐσμεν, ὅτι ἔχομέν σε ἐπίσκοπον καὶ ἀγαθότατον πάτερα. ἡ γὰρ εὐφημία σου, πάτερ, περιεκύκλωσεν τὸν κόσμον ὅλον ὡς ἀγαθοῦ πατρός. περιοδεύομεν καὶ περιπατοῦμεν νυκτῆμαρ θαρροῦμεν ταῖς προσευχαῖς σου. γιγνώσκειν σε βούλομαι, ὦ ἀγαπητὲ πάτερ, ὅτι ὅτε ἀπήντησα τῷ δουκὶ μετὰ τῆς εὐλογίας σου, ἐδέξατο αὐτὴν μετα …